21.1.12

EYXH

Δέσποτα Κύριε, ὁ Θεός ἡμῶν, σοῦ δεόμεθα καί σέ παρακαλοῦμεν ἡμεῖς οἱ ἁμαρτωλοί καί ἀνάξιοι δοῦλοί σου, ὅπως ἐπιβλέψῃς ἐπί τήν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν καί ἀχρείων οἰκετῶν σου, καί ἐλεήσῃς ἡμᾶς· ὅτι, Δέσποτα, καί αἱ ἀνομίαι ὑμῶν, καί αἱ ἁμαρτίαι ὑπερῆραν τάς κεφαλάς ἡμῶν· ἐγενήθημεν ὄνειδος τοῖς ἔθνεσι, μυκτηρισμός καί χλευασμός τοῖς περικύκλῳ ἀθέοις Ἀγαρηνοῖς· καί ἐταπεινώθημεν ἕως θανάτου, διά τάς ἁμαρτίας, καί ἀνομίας, καί βλασφημίας ἡμῶν. Τίς οὐ κλαύσει ἡμᾶς οὕτω διακειμένους; τίς οὐ θρηνήσει τήν τηλικαύτην αἰχμαλωσίαν ἡμῶν; ὅτι ταῦτα πάντα ἐπῆλθεν ἐφ’ ἡμᾶς, διά τάς ἁμαρτίας, καί ἀνομίας καί βλασφημίας ἡμῶν. Διά τοῦτο οἱ υἱοί Σιών οἱ τίμιοι, ἐλογίσθημεν ὡς ἀγγεῖα ὀστράκινα· διά τοῦτο ἠμαυρώθη τό χρυσίον, ἠλλοιώθη τό ἀργύριον τό ἀγαθόν· διά τοῦτο οἱ Ναζηραῖοι Σιών, οἱ ὑπέρ χιόνα λάμψαντες, γεγόναμεν ὡς Αἰθίοπες· οἱ ὑπέρ γάλα λευκανθέντες, ὑπέρ μέλαν ἐζοφώθημεν· οἱ τιθηνούμενοι ἐπί πόκον, περιβαλόμεθα ἀσχημοσύνην, καί ἐμεγαλύνθησαν αἱ ἀνομίαι ἡμῶν ὑπέρ ἀνομίας Σοδόμων· διά τοῦτο οἱ υἱοί τῆς ἡμέρας καί τοῦ φωτός υἱοί γεγόναμεν νυκτός καί σκότους· διά τοῦτο οἱ υἱοί τῆς βασιλείας, δοῦλοι γεγόναμεν ἐχθρῶν ἀνόμων καί ἀπίστων ἐθνῶν· ὅτι ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, παραβαίνοτες τάς ἐντολάς τοῦ Κυρίου τοῦ Θεοῦ ἡῶν. Ἀλλά μή παραδῴης ἡμᾶς εἰς τέλος, διά τό Ὄνομά σου, Κύριε, καί μή διασκεδάσῃς τήν διαθήκην σου, καί μή ἀποστήσῃς τό ἔλεός σου ἀφ’ ἡμῶν, διά τούς οἰκτιρμούς σου, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καί διά τά σπλάγχνα τοῦ Μονογενοῦς σου Υἱοῦ, καί διά τό ἔλεος τοῦ Ἁγίου σου Πνεύματος, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλά ταχύ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου· πρόσδεξαι τήν ἐξομολόγησιν ἡμῶν τῶν ἁμαρτωλῶν καί ἀχρείων οἰκετῶν σου, διά τό τίμιον καί ἅγιον Αῐμα τοῦ Υἱοῦ σου, Κυρίου δέ ἡμῶν Ἰησοῦ Χριστοῦ ὅ ὑπέρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεε· διά τούς ἁγίους Προφήτας, καί Πατέρας καί Πατριάρχας, οἵ τινες ἠγωνίσαντο, εὐαρεστῆσαι τῷ ἁγίῳ σου Ὀνόματι. Μή παρίδῃς τήν δέησιν ἡμῶν, Κύριε, μηδέ ἐγκαταλίπῃς ἡμᾶς εἰς τέλος· οὐ γάρ ἐπί ταῖς δικαιοσύναις ἡμῶν πεποιθότες ἐσμέν, ἀλλ’ ἐπί τά ἐλέη τά σά, δι’ ὧν τό γένος ἡμῶν, περιποιῇ. Ἱκετεύομεν οὖν καί παρακαλοῦμεν τήν σήν ἀγαθότητα· Μή ἀποῤῥίψῃς ἡμᾶς ἀπό τοῦ προσώπου σου, μηδέ βδελύξῃ τήν ἡμῶν ἀναξιότητα· ἀλλ’ ἐλέησον ἡμᾶς, κατά τό μέγα σου ἔλεος, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, πάριδε τά ἀνομήματα, καί τά ἁμαρτήματα ἡμῶν. Ναί, Δέσποτα παντοδύναμε, εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καί βοήθησον τῷ λαῷ σου..., ὅτι ἐκτός σου, Θεόν ἄλλον οὐκ οἴδαμεν, τό Ὄνομά σου ὀνομάζομεν·... Ἐπίβλεψον οὖν ἐκ τοῦ οὐρανοῦ, Κύριε, καί ἴδε ἐκ τοῦ Οἴκου τοῦ ἁγίου τῆς δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καί ἡ ἰσχύς σου; πού ἐστι τό πλῆθος τοῦ ἐλέους καί τῶν οἰκτιρμῶν σου; σύ γάρ ἡμῶν εἶ Θεός καί τό Ὄνομά σου ἐφ’ ἡμᾶς ἐστιν. Ἐπίστρεψον, Κύριε, διά τούς δούλους σου, διά τήν ἁγίαν σου Ἐκκλησίαν, διά πάντας τούς ἀπ’ αἰῶνος Ἁγίους σου·... Καί νῦν, Δέσποτα, ἐπίβλεψον ἐξ οὐρανοῦ, καί σῶσον ἡμᾶς διά τό Ὄνομά σου τό ἅγιον, καί ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀθέων ἐχθρῶν ἡμῶν, καί ἐκ τῶν μεθοδειῶν καί μηχανημάτων, καί παγίδων αὐτῶν ἐλευθέρωσον· καί μή ἀποστήσῃς ἀφ’ ἡμῶν τήν σήν κραταιάν βοήθειαν...
Ὅτι σύ εἶ ἡ βοήθεια, καί ἡ ἰσχύς ἡμῶν, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ ἀνάρχῳ Πατρί, σύν τῷ μονογενεῖ σου Υἱῷ, καί τῷ παναγίῳ, καί ἀγαθῷ, καί ζωοποιῷ σου Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μέγα Εὐχολόγιο

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου