15.8.15

ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΜΕ ΤΙΣ ΑΚΟΙΜΗΤΕΣ ΠΡΕΣΒΕΙΕΣ ΤΗΣ!



Χαίροις, Παρθενομήτωρ Ἁγνή, ἡ ἁπλουστάτη καὶ ἀμίαντος δάμαλις, τὸν μόσχον ἡ τετοκυῖα, τὸν μυστικὸν τοῦ Θεοῦ, ἁμνὰς καθαρά τε καὶ πανάσπιλε. Δορκὰς ἐν τοῖς ὄρεσιν, ἀρωμάτων ἡ βόσκουσα, καὶ νεμομένη, ἐν τοῖς κρίνοις ἀείποτε, θείαις χάρισι, καὶ τρυφαῖς ταῖς τοῦ Πνεύματος. Ἔλαφος ἡ ταχύδρομος, τοὺς ὄφεις ἡ κτείνουσα, τοὺς νοητοὺς καὶ Σῶν δούλων, πόῤῥωθεν τούτους ἐλαύνουσα. Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ

Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν

Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Εἰς τὰς θαυματουργὰς εἰκόνας τῆς Θεομήτορος.
Χαίροις εὐλογημένη ἁγνή, Γοργοϋπήκοε, Παντάνασσα, Δέσποινα, Πανάχραντε, Ἐλεοῦσα, Φανερωμένη σεμνή, Κεχαριτωμένη Πορταΐτισσα, σεπτὴ Ὁδηγήτρια, Προυσιώτισσα ἄφθορε, Γλυκοφιλοῦσα, Σπηλαιώτισσα πάνσεμνε, Διασώζουσα Θεοτόκε πανάσπιλε, ἄχραντε Παναγία μου, τοῦ Ὄρους Γερόντισσα καὶ τῆς Ἑλλάδος ἀπάσης ἐλπίς, χαρὰ καὶ ἐντρύφημα· Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Ἕτερον. Ὅμοιον.
Χαίροις ὦ Θεομῆτορ ἁγνή, Ἐλευθερώτρια, ἀμόλυντε Δέσποινα, Πανάχραντε Γρηγοροῦσα, Καλυβιανὴ Ἱερά, Κεχαριτωμένη Ἀθηνιώτισσα, Σεπτὴ Μυροβλύτισσα, Ἁγιασώτισσα ἄφθορε, Μεγαλομάτα, Ἁγίας Ἄννης τὸ βλάστημα, Ἀγγελόκτιστε, Θεοτόκε Χρυσοπηγή, Ἄχραντε Μυρτιδιώτισσα, τοῦ Ὄρους προστάτιδα, καὶ τῆς Ἑλλάδος ἁπάσης, κλέος χαρὰ καὶ ἀπαύγασμα· Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Εἰς τὰς ἐν Ἁγίῳ Ὄρει θαυματουργὰς εἰκόνας τῆς Θεομήτορος.
Χαίροις Παρθενομῆτορ ἁγνή, Γοργοϋπήκοε, πανένδοξε Δέσποινα, Παντάνασσα, Τριχεροῦσα, Παραμυθία σεμνή, Κεχαριτωμένη Βηματάρισσα, σεπτὴ Ὁδηγήτρια, Κουκουζέλισσα ἄφθορε, Γλυκοφιλοῦσα, Οἰκονόμισσα πάναγνε, Μυροβλύτισσα, Θεοτόκε πανάσπιλε, ἄχραντε Πορταΐτισσα, τοῦ Ἄθω Γερόντισσα καὶ Ὀρθοδόξων ἁπάντων ἡ παντευλόγητος ἄνασσα· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
www.nektarios.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου