4.1.16

ΧΡΙΣΤΟΣ ΕΦΑΝΗ!

Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου (ἐκ γ´) μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος. Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν (ἐκ γ´) ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.


 ΔΟΞΑΣΤΙΚΟ Θ΄ ΩΡΑΣ ΘΕΟΦΑΝΕΙΩΝ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου